Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.338 Joseph. AJ 1.342 (English) >>Joseph. AJ 1.346

1.340οὔσης ἑορτῆς καὶ τῶν Σικιμιωτῶν εἰς ἄνεσιν καὶ εὐωχίαν τετραμμένων νύκτωρ πρώτοις ἐπιβαλόντες τοῖς φύλαξι κτείνουσι κοιμωμένους καὶ παρελθόντες εἰς τὴν πόλιν ἀναιροῦσι πᾶν ἄρρεν καὶ τὸν βασιλέα σὺν αὐτοῖς καὶ τὸν υἱὸν αὐτοῦ, φείδονται δὲ τῶν γυναικῶν. πράξαντες δὲ ταῦτα δίχα τῆς τοῦ πατρὸς γνώμης ἐπανάγουσι τὴν ἀδελφήν. 1.341

Ἰακώβῳ δὲ ἐκπλαγέντι πρὸς τὸ μέγεθος τῶν γεγονότων καὶ χαλεπαίνοντι πρὸς τοὺς υἱοὺς θεὸς παραστὰς ἐκέλευσε θαρρεῖν, ἁγνίσαντι δὲ τὰς σκηνὰς θυσίας ἐπιτελεῖν, ἃς τὸ πρῶτον ἀπιὼν εἰς τὴν Μεσοποταμίαν ἐπὶ τῇ ὄψει τοῦ ὀνείρου ηὔξατο. 1.342ἁγνίζων οὖν τοὺς ἑπομένους ἐπιτυγχάνει τοῖς Λαβάνου θεοῖς, οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχήλης κλαπέντας, καὶ αὐτοὺς ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν, ἀπάρας τε τοὐντεῦθεν ἐν Βαιθήλοις ἔθυεν, ὅπου τὸ ὄνειρον ἐθεάσατο χωρῶν πρότερον ἐπὶ τῆς Μεσοποταμίας. 1.343

Ἐντεῦθεν δὲ προϊὼν ἐπεὶ κατὰ τὴν Ἐφραθηνὴν γίνεται, ἐνθάδε Ῥαχήλαν ἐκ τοκετοῦ θανοῦσαν θάπτει μόνην τῶν συγγενῶν τῆς ἐν Νεβρῶνι τιμῆς οὐ τυχοῦσαν. πενθήσας δὲ μεγάλως τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε διὰ τὴν ἐπʼ αὐτῷ γενομένην ὀδύνην τῇ μητρί. 1.344οὗτοι Ἰακώβου παῖδες οἱ πάντες, ἄρρενες μὲν δώδεκα θήλεια δὲ μία. τούτων ὀκτὼ γνήσιοι, ἐκ Λείας μὲν ἕξ, δύο δὲ ἐκ Ῥαχήλης, τέσσαρες δὲ ἐκ τῶν θεραπαινίδων δύο ἐξ ἑκατέρας, ὧν καὶ τὰ ὀνόματα πάντων προεῖπον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.338 Joseph. AJ 1.342 (English) >>Joseph. AJ 1.346

Powered by PhiloLogic